Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.99 Joseph. AJ 1.105 (English) >>Joseph. AJ 1.109

1.102παραινῶ μέντοι σφαγῆς ἀνθρωπίνης ἀπέχεσθαι καὶ καθαρεύειν φόνου τοὺς δράσαντάς τι τοιοῦτον κολάζοντας, χρῆσθαι δὲ τοῖς ἄλλοις ζῴοις ἅπασι πρὸς βούλεσθε καὶ τὰς ὀρέξεις ἔχετε. δεσπότας γὰρ ἁπάντων ὑμᾶς εἶναι πεποίηκα τῶν τε χερσαίων καὶ νηκτῶν καὶ ὅσα τὴν μετάρσιον αἰώραν ἔχει καὶ φοράν, χωρὶς αἵματος· ἐν τούτῳ γάρ ἐστιν ψυχή. 1.103σημανῶ δὲ ὑμῖν παῦλαν ἐσομένην τοξείᾳ τῇ ἐμῇτὴν ἶριν ἀποσημαίνων· τόξον γὰρ εἶναι τοῦ θεοῦ παρὰ τοῖς ἐκεῖ νενόμισται. καὶ μὲν θεὸς ταῦτʼ εἰπὼν καὶ ὑποσχόμενος ἀπαλλάσσεται. 1.104

Νῶχος δὲ βιοὺς μετὰ τὴν ἐπομβρίαν πεντήκοντα καὶ τριακόσια ἔτη καὶ πάντα τὸν χρόνον τοῦτον εὐδαιμόνως διαγαγὼν τελευτᾷ ζήσας ἐτῶν ἀριθμὸν ἐνακοσίων καὶ πεντήκοντα. 1.105μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα τῷ μηδένα νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδʼ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι. 1.106οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπʼ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκότως ἔζων πλῆθος τοσοῦτον ἐτῶν· ἔπειτα καὶ διʼ ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ μέγας ἐνιαυτὸς πληροῦται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.99 Joseph. AJ 1.105 (English) >>Joseph. AJ 1.109

Powered by PhiloLogic